Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ ὀκλάζει καὶ ἀγανακτεῖ φεύγοντα ἀπ᾽ ἀλλήλων, τοῖς δὲ συγγενέσι καὶ οἰκείοις ὁμοπαθεῖ 1 κεραννύμενα καὶ προσίεται τὴν κοινωνίαν λείως καὶ μετ᾽ εὐμενείας, πῶς οἷόν τε φιλίαν ἤθεσι διαφόροις, ἐγγενέσθαι καὶ πάθεσιν ἀνομοίοις καὶ βίοις ἑτέρας προαιρέσεις ἔχουσιν; ἡ μὲν γὰρ περὶ ψαλμοὺς καὶ φόρμιγγας ἁρμονία δι᾽ ἀντιφώνων ἔχει τὸ σύμφωνον, ὀξύτησι καὶ βαρύτησιν ἁμωσγέπως ὁμοιότητος ἐγγιγνομένης: τῆς δὲ φιλικῆς συμφωνίας ταύτης καὶ ἁρμονίας οὐδὲν ἀνόμοιον οὐδ᾽ ἀνώμαλον οὐδ᾽ ἄνισον εἶναι δεῖ μέρος, ἀλλ᾽ ἐξ ἁπάντων ὁμοίως ἐχόντων
1 ὁμοιοπαθεῖ W
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.