οὐ λύει τὴν μέμψιν, ἀλλὰ προσεπιβάλλει ζηλοτυπίαν. ἀλλ᾽ οἱ πολλοὶ τὰς πολυφιλίας ἃ δύνανται παρέχειν μόνον ὡς,:' ἔοικε σκοποῦσιν, ἃ δ᾽ ἀνταπαιτοῦσι παρορῶσι, καὶ οὐ μνημονεύουσιν ὅτι δεῖ τὸν πολλοῖς εἰς ἃ δεῖται χρώμενον πολλοῖς δεομένοις ἀνθυπουργεῖν. ὥσπερ οὖν ὁ Βριάρεως ἑκατὸν χερσὶν εἰς πεντήκοντα φορῶν γαστέρας οὐδὲν ἡμῶν πλέον εἶχε τῶν ἀπὸ δυεῖν χεροῖν μίαν κοιλίαν διοικούντων [p. 232] , οὕτως ἐν τοῖς φίλοις χρήσιμον 1 καὶ τὸ λειτουργεῖν πολλοῖς ἔνεστι 2 καὶ τὸ συναγωνιᾶν 3 καὶ τὸ συνασχολεῖσθαι καὶ συγκάμνειν. οὐ γὰρ Εὐριπίδῃ πειστέον λέγοντι
χρῆν γὰρ μετρίας 4 εἰς ἀλλήλους
φιλίας θνητοὺς ἀνακίρνασθαι