κατ᾽ Ἐμπεδοκλέα 1 τοιαύτην γὰρ ἡ φιλία βούλεται ποιεῖν ἑνότητα καὶ σύμπηξιν, ἡ δὲ πολυφιλία διίστησι καὶ ἀποσπᾷ καὶ ἀποστρέφει, τῷ μετακαλεῖν καὶ μεταφέρειν ἄλλοτε πρὸς ἄλλον οὐκ ἐῶσα κρᾶσιν οὐδὲ κόλλησιν εὐνοίας ἐν τῇ συνηθείᾳ περιχυθείσῃ καὶ παγείσῃ γενέσθαι. τοῦτο δ᾽ εὐθὺς ὑποβάλλει καὶ τὴν περὶ τὰς ὑπουργίας ἀνωμαλίαν καὶ δυσωπίαν: 2 τὰ γὰρ εὔχρηστα τῆς φιλίας δύσχρηστα γίγνεται διὰ τὴν πολυφιλίαν.
ἄλλον τρόπον᾽ γὰρ ῾ἄλλων ἐγείρει φροντὶς ἀνθρώπων 3οὔτε γὰρ αἱ φύσεις ἡμῶν ἐπὶ ταὐτὰ ταῖς ὁρμαῖς ῥέπουσιν, οὔτε τύχαις ὁμοτρόποις ἀεὶ σύνεσμεν οἵ