Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ Ὅμηρος: 1 ἀγαπητὸν υἱὸν ὀνομάζει ‘ μοῦνον τηλύγετον’ τουτέστι τὸν τοῖς μήτ᾽ 2 ἔχουσιν ἕτερον γονεῦσι μήθ᾽ ἕξουσι γεγενημένον.
τὸν δὲ φίλον ἡμεῖς ‘μοῦνον’ μὲν οὐκ ἀξιοῦμεν εἶναι, μετ᾽ ἄλλου δὲ ‘τηλύγετὸς’ τις καὶ ὀψίγονος ἔστω, τὸν θρυλούμενον ἐκεῖνον χρόνῳ τῶν ἁλῶν συγκατεδηδοκὼς μέδιμνον, οὐχ ὥσπερ νῦν πολλοὶ φίλοι λεγόμενοι συμπιόντες ἅπαξ ἢ συγκαταλύσαντες ἢ συγκυβεύσαντες ἢ συγκαταλύσαντες, ἐκ πανδοκείου καὶ παλαίστρας καὶ ἀγορᾶς; φιλίαν συλλέγουσιν. ἐν δὲ ταῖς τῶν πλουσίων καὶ ἡγεμονικῶν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.