συμπλέκεσθαι τῶν πρώτων κρατεῖν μὴ δυνάμενος 1 ἀμελουμένων καὶ ἀπορρεόντων: μᾶλλον δ᾽ ὥσπερ ὁ τῆς Ὑψιπύλης τρόφιμος εἰς τὸν λειμῶνα καθίσας ἔδρεπεν
ἕτερον ἐφ᾽ ἑτέρῳ αἰρόμενοςοὕτως ἕκαστον ἡμῶν διὰ τὸ φιλόκαινον καὶ ἁψίκορον ὁ πρόσφατος ἀεὶ καὶ ἀνθῶν ἐπάγεται, καὶ μετατίθησι πολλὰς ὁμοῦ καὶ ἀτελεῖς ἀρχὰς πράττοντας φιλίας καὶ συνηθείας, ἔρωτι τοῦ διωκομένου παρερχομένους
2 ἄγρευμ᾽ ἀνθέων ἡδομένᾳ ψυχᾷ
τὸ νήπιον ἄπληστον 3 ἔχων ,