Click on a word to bring up parses, dictionary entries, and frequency statistics
προστίθησι καὶ παροξύνει τὸν ἀνιώμενον. αὐτίκα γοῦν ὑγιαίνων μέν τις οὐ χαλεπός ἐστιν οὐδ᾽ ἄγριος παντάπασιν ἀνδρὶ φίλῳ ψέγοντι μὲν συνουσίας καὶ πότους αὐτοῦ ψέγοντι δ᾽ ἀργίαν καὶ ἀγυμνασίαν [p. 167] καὶ λουτρὰ συνεχῆ καὶ πλησμονὰς ἀκαίρους: νοσοῦντι δ᾽ οὐκ ἀνεκτὸν ἀλλὰ μείζων νόσος ἀκούειν ὅτι ταῦτά σοι γέγονεν ἐξ ἀκρασίας καὶ μαλακίας; καὶ δι᾽ ὄψα καὶ γυναῖκας. ὢ τῆς ἀκαιρίας, ἄνθρωπε: διαθήκην γράφω καὶ παρασκευάζεταί μοι καστόριον ἢ σκαμώνιον ὑπὸ τῶν ἰατρῶν, σὺ δὲ νουθετεῖς καὶ φιλοσοφεῖς. οὕτω τοίνυν καὶ τὰ πράγματα τῶν δυστυχούντων οὐ παρρησίαν ἐνδέχεται καὶ γνωμολογίαν,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.