Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καθάπερ ξύλον τὸ ἦθος ἐκ καμπῆς εἰς τοὐναντίον ἀπειρίᾳ τοῦ κατορθοῦν διαστρέφοντες αἰσχίστη δὲ κολακείας ἄρνησις ἀνωφελῶς λυπηρὸν εἶναι, καὶ κομιδῇ τινος ἀμούσου καὶ ἀτέχνου πρὸς εὔνοιαν ὁμιλίας ἀηδίᾳ καὶ χαλεπότητι φεύγειν τὸ ἀγεννὲς ἐν φιλίᾳ καὶ ταπεινόν, ὥσπερ ἀπελεύθερον ἐν κωμῳδίᾳ τὴν κατηγορίαν ἰσηγορίας ἀπόλαυσιν ἡγούμενον. ἐπεὶ τοίνυν αἰσχρὸν μέν ἐστι κολακείᾳ περιπεσεῖν διώκοντα τὸ πρὸς χάριν, αἰσχρὸν δὲ φεύγοντα κολακείαν παρρησίας ἀμετρίᾳ διαφθεῖραι τὸ φιλικὸν καὶ κηδεμονικόν, δεῖ δὲ μηδέτερον παθεῖν ἀλλ᾽ ὥσπερ ἄλλῳ τινὶ καὶ τῇ παρρησίᾳ τὸ καλὸν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.