αἶαν νεῖκος ἄριστε, κακοφραδέςκαὶ
1
Ἰδομενεῦ, τί πάρος λαβρεύεαι; οὐδὲ τί σε χρὴ λαβραγόρην 2 ἔμεναικαὶ
αἶαν ἁμαρτοεπὲς βουγάιεκαὶ τέλος ὁ Θερσίτης ὑπὸ τοῦ Ὀδυσσέως οὐ χωλὸς οὐ φαλακρὸς οὐ κυρτὸς ἀλλ᾽ ἀκριτόμυθος [p. 86] λοιδορεῖται, τὸν δ᾽ Ἥφαιστον ἡ τεκοῦσα φιλοφρονουμένη προσηγόρευσεν ἀπὸ τῆς χωλότητος
3
ὄρσεο κυλλοπόδιον, ἐμὸν τέκοςοὕτως Ὅμηρος καταγελᾷ τῶν αἰσχυνομένων ἐπὶ χωλότησιν ἢ τυφλότησιν, οὔτε ψεκτὸν ἡγούμενος τὸ μὴ αἰσχρὸν οὔτ᾽ αἰσχρὸν τὸ μὴ δι᾽ ἡμᾶς ἀλλ᾽ ἀπὸ
4