ὅτι καὶ τὴν παντὸς αἰτίαν ἀγαθοῦ δύναμιν καὶ ἀρχὴν ὡς βλάπτουσαν ὑφορῶνται καὶ δεδίασι τὸ μὲν οὖν τῆς ἐπανορθώσεως γένος τοιοῦτόν ἐστι.
τὴν δ᾽ ἐπὶ πλέον τῶν λεγομένων χρῆσιν ὑπέδειξεν ὀρθῶς ὁ Χρύσιππος, ὅτι δεῖ μετάγειν [p. 83] διαβιβάζειν ἐπὶ τὰ ὁμοειδῆ τὸ χρήσιμον. ὅ τε γὰρ Ἡσίοδος εἰπὼν
οὐδ᾽ ἂν βοῦς ἀπόλοιτ᾽, εἰ μὴ γείτων κακὸς εἴηκαὶ περὶ κυνὸς ταὐτὸ καὶ περὶ ὄνου λέγει καὶ περὶ πάντων ὁμοίως τῶν ἀπολέσθαι δυναμένων. καὶ πάλιν τοῦ Εὐριπίδου λέγοντος
1
τίς δ᾽ ἐστὶ δοῦλος τοῦ θανεῖν ἄφροντις ὤν;
2