καὶ τὸν Τηλέμαχον ἐκ τοῦ λόγου συνιδὼν χαλεπὸν ὄντα καὶ μισοπόνηρον ἀμβλύνει καὶ παρασκευάζει πόρρωθεν ἡσυχίαν ἄγειν καὶ ἀνέχεσθαι, κελεύων
εἰ δὲ μ᾽ ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρ[p. 76]
1
τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο ,ὥσπερ γὰρ τοὺς ἵππους οὐκ ἐν τοῖς δρόμοις χαλινοῦσιν ἀλλὰ πρὸ τῶν δρόμων, οὕτω τοὺς δυσκαθέκτους πρὸς τὰ δεινὰ καὶ θυμοειδεῖς προκαταλαμβάνοντες τοῖς λογισμοῖς καὶ προκαταρτύοντες ἐπὶ τοὺς ἀγῶνας ἄγουσι. δεῖ δὲ μηδὲ τῶν ὀνομάτων
ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε
ἢ βέλεσιν βάλλωσι: σὺ δ᾽ εἰσορόων ἀνέχεσθαι