Click on a word to bring up parses, dictionary entries, and frequency statistics
προκαταλαμβάνειν τῷ λογισμῷ πόρρωθεν ὅπως οὐδ᾽ ἄκων τῷ πάθει περιπεσεῖται, θαυμαστῆς ἐστι προνοίας. οὕτω δὲ δεῖ καὶ πρὸς μέθην τὸν φίλοινον ἔχειν καὶ πρὸς ἔρωτα τὸν ἐρωτικόν: ὥσπερ ὁ Ἀγησίλαος οὐχ ὑπέμεινεν ὑπὸ τοῦ καλοῦ φιληθῆναι προσιόντος, ὁ δὲ Κῦρος οὐδ᾽ ἰδεῖν τὴν Πάνθειαν ἐτόλμησε, τῶν ἀπαιδεύτων τοὐναντίον ὑπεκκαύματα τοῖς πάθεσι συλλεγόντων καὶ πρὸς ἃ μάλιστα κακῶς καὶ ὀλισθηρῶς ἔχουσιν αὑτοὺς προϊεμένων. ὁ δ᾽ Ὀδυσσεὺς οὐ μόνον ἑαυτὸν ἀνέχει θυμούμενον, ἀλλὰ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.