παραδειγμάτων ὄχλον ἐῶντα τοῖς ἐπιδεικτικώτερον γράφουσι πρῶτον μὲν οὖν τὰ χρηστὰ καὶ τὰ φαῦλα γιγνώσκων ὁ νέος καὶ πρόσωπα τοῖς λεγομένοις προσεχέτω καὶ ταῖς πράξεσιν ἃς ὁ ποιητὴς ἑκατέροις προσηκόντως ἀποδίδωσιν οἷον ὁ Ἀχιλλεὺς πρὸς τὸν Ἀγαμέμνονα λέγει, καίπερ λέγων μετ᾽
οὐ γὰρ σοί ποτε ἶσον ἔχω γέρας, ὁππότ᾽ Ἀχαιοὶὁ δὲ Θερσίτης τῷ αὐτῷ λοιδορούμενος λέγει
1 Τρώων ἐκπέρσως1᾽ εὖ ναιόμενον πτολίεθρον
πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες
2 εἰσὶν ἐνὶ κλισίῃς 3 ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ