Click on a word to bring up parses, dictionary entries, and frequency statistics
λέγωμεν ‘ διὰ τί σμικρὸν φρονεῖν χρὴ τὸν κακῶς πεπραγότα 1 καὶ μὴ μᾶλλον ἀνταίρειν τῇ τύχῃ καὶ ποιεῖν ὑψηλὸν ἑαυτὸν καὶ ἀταπείνωτον; διὰ τί δέ, ἂν ἐκ πατρὸς φαύλου καὶ ἀνοήτου γεγονὼς αὐτὸς ὦ χρηστὸς καὶ φρόνιμος, οὐ προσήκει μοι διὰ τὴν ἐμὴν ἀρετὴν μέγα φρονεῖν ἀλλὰ καταπεπλῆχθαι καὶ ταπεινὸν εἶναι: διὰ τὴν τοῦ πατρὸς ἀμαθίαν;’ ὁ γὰρ οὕτως ἀπαντῶν καὶ ἀντερείδων καὶ μὴ παντὶ λόγῳ πλάγιον ὥσπερ πνεύματι παραδιδοὺς ἑαυτὸν ἀλλ᾽ ὀρθῶς ἔχειν νομίζων τὸ ‘ βλὰξ 2 ἄνθρωπος ἐπὶ παντὶ λόγῳ φιλεῖ ἐπτοῆσθαι’ πολλὰ διακρούσεται τῶν οὐκ ἀληθῶς οὐδ᾽ ὠφελίμως λεγομένων. ταῦτα μὲν οὖν ἀβλαβῆ παρέξει τὴν τῶν ποιημάτων ἀκρόασιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.