μή μοι γένοιτο λυπρὸς εὐδαίμων βίοςκαί
1
τί τὴν τυραννίδ᾽, ἀδικίαν εὐδαίμονα, τιμᾷςἂν μή τις, ὥσπερ εἴρηται, ταῖς μεταφοραῖς καὶ καταχρήσεσι τῶν ὀνομάτων ἕπηται. ταῦτα μὲν οὖν ἱκανὰ περὶ τούτων.
2
ἐκεῖνο δ᾽ οὐχ ἅπαξ ἀλλὰ πολλάκις ὑπομνηστέον ἐστὶ τοὺς νέους:, ἐνδεικνυμένους αὐτοῖς ὅτι μιμητικὴν ἡ ποίησις ὑπόθεσιν ἔχουσα κόσμῳ μὲν καὶ λαμπρότητι χρῆται περὶ τὰς ὑποκειμένας πράξεις καὶ τὰ ἤθη, τὴν δ᾽ ὁμοιότητα τοῦ ἀληθοῦς οὐ προλείπει