ποτὲ μὲν τὸν θεὸν ποτὲ δὲ τὴν τύχην πολλάκις δὲ τὴν εἱμαρμένην προσαγορεύουσιν. ὅταν μὲν γὰρ λέγωσι
Ζεῦ πάτερ, Ἴδηθεν μεδέωνκαὶ
1
ὦ Ζεῦ, τίς εἶναί φησι σοῦ σοφώτερος;τὸν θεὸν αὐτὸν λέγουσιν: ὅταν δὲ ταῖς αἰτίαις 3 [p. 56] πάντων τῶν γιγνομένων ἐπονομάζωσι τὸν Δία καὶ λέγωσι
2
πολλὰς δ᾽ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν -, τὴν εἱμαρμένην. οὐ γὰρ τὸν θεὸν ὁ ποιητὴς οἴεται κακὰ μηχανᾶσθαι τοῖς ἀνθρώποις, ἀλλὰ τὴν τῶν
4 Διὸς δ᾽ ἐτελείετο βουλή