καὶ καρτερίας, Δρύοπες δὲ ‘πόπους’ τοὺς δαίμονας. τουτὶ δ᾽ ἀναγκαῖον καὶ χρήσιμον, εἰ μέλλομεν 1 ἐκ τῶν ποιημάτων ὠφεληθήσεσθαι καὶ μὴ βλαβήσεσθαι, τὸ γιγνώσκειν πῶς τοῖς τῶν θεῶν ὀνόμασιν οἱ ποιηταὶ χρῶνται καὶ πάλιν τοῖς τῶν κακῶν καὶ ἀγαθῶν, καὶ τί τὴν Τύχην τί τὴν Μοῖραν νοοῦντες ὀνομάζουσι, καὶ πότερον ταῦτα τῶν ἁπλῶς ἢ τῶν πολλαχῶς λεγομένων ἐστὶ παρ᾽ αὐτοῖς, ὥσπερ ἄλλα πολλά. καὶ γὰρ ‘οἶκον’ ποτὲ μὲν τὴν οἰκίαν καλοῦσιν
οἷκον ἐς ὑψόροφον
2