Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὐ γὰρ ἁπλῶς εἶπε καὶ πᾶσιν ἀνθρώποις ὑπὸ θεῶν ἐπικεκλῶσθαι λυπηρὸν βίον, ἀλλὰ τοῖς ἄφροσι καὶ ἀνοήτοις, οὓς δειλαίους καὶ οἰκτροὺς διὰ μοχθηρίαν ὄντας εἴωθε ‘δειλοὺς’ καὶ ‘ὀιζυροὺς’ προσαγορεύειν.
ἄλλος τοίνυν τρόπος ἐστὶ τὰς ἐν τοῖς ποιήμασιν ὑποψίας πρὸς τὸ βέλτιον ἐκ τοῦ χείρονος μεθιστὰς ὁ διὰ τῶν ὀνομάτων τῆς συνηθείας, περὶ ὃν δεῖ τὸν νέον γεγυμνάσθαι μᾶλλον ἢ περὶ τὰς λεγομένας γλώττας. ἐκεῖνο μὲν γὰρ φιλόλογον, καὶ οὐκ ἀηδὲς ὅτι ‘ῥιγεδανὸς’ κακοθάνατός ἐστιν εἰδέναι: δάνον ‘’ γὰρ Μακεδόνες τὸν θάνατον καλοῦσι, ‘καμμονίαν’ δὲ νίκην Αἰολεῖς τὴν ἐξ ἐπιμονῆς [p. 53]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.