ἄριστα δ᾽ Ὅμηρος τῷ γένει τούτῳ κέχρηται: καὶ γὰρ προδιαβάλλει τὰ φαῦλα καὶ προσυνίστησι τὰ χρηστὰ τῶν λεγομένων: προσυνίστησι μὲν οὕτως
αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον 1καὶ
τόνδ᾽ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς 2ἐν δὲ τῷ προδιαβάλλειν μονονοὺ μαρτύρεται καὶ διαγορεύει μήτε χρῆσθαι μήτε προσέχειν ὡς οὖσιν ἀτόποις καὶ φαύλοις. οἷον τὸν τ᾽ Ἀγαμέμνονα μέλλων διηγεῖσθαι τῷ ἱερεῖ χρώμενον ἀπηνῶς; προείρηκεν
ἀλλ᾽ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,[p. 45]
ἀλλὰ κακῶς ἀφίει,