ἐν δὲ τούτοις εὖ μάλα προσεκτέον εἴ τινας ὁ ποιητὴς αὐτὸς ἐμφάσεις δίδωσι κατὰ τῶν λεγομένων ὡς δυσχεραινομένων ὑπ᾽ αὐτοῦ. καθάπερ ὁ Μένανδρος ἐν τῷ προλόγῳ τῆς Θαΐδος; πεποίηκεν
ἐμοὶ μὲν οὖν ἄειδε τοιαύτην, θεά, 1
θρασεῖαν ὡραίαν δὲ καὶ πιθανὴν ἅμα,
ἀδικοῦσαν ἀποκλείουσαν αἰτοῦσαν πυκνά,
μηδενὸς ἐρῶσαν, προσποιουμένην δ᾽ ἀεί