τοῖς ποιήμασιν ἐθιζομένους ἐν τῷ τέρποντι τὸ χρήσιμον ζητεῖν καὶ ἀγαπᾶν: εἰ δὲ μή, διαμάχεσθαι καὶ δυσχεραίνειν. ἀρχὴ γὰρ αὕτη παιδεύσεως,
ἔργου δὲ παντὸς ἤν τις ἄρχηται καλῶς,κατὰ τὸν Σοφοκλέα.
1 καὶ τὰς τελευτὰς εἰκὸς ἐσθ᾽ οὕτως ἔχειν
πρῶτον μὲν οὖν εἰσάγειν εἰς τὰ ποιήματα δεῖ τὸν νέον μηδὲν οὕτω μεμελετημένον ἔχοντα καὶ [p. 37] πρόχειρον ὡς τὸ ‘ πολλὰ ψεύδονται ἀοιδοὶ’ 2 τὰ μὲν ἑκόντες τὰ δ᾽ ἄκοντες. ἑκόντες μέν, ὅτι πρὸς ἡδονὴν ἀκοῆς καὶ χάριν, ἣν οἱ πλεῖστοι διώκουσιν,