Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ τῶν ἰχθύων οἱ μὴ ἰχθύες, ἐκείνοις ἀποφαίνεσθαι παρῶμεν οἷς ὁ Κάτων ἔφη τῆς καρδίας τὴν ὑπερῴαν εὐαισθητοτέραν ὑπάρχειν. ὅτι δὲ τῶν ἐν φιλοσοφίᾳ λεγομένων οἱ σφόδρα νέοι τοῖς μὴ δοκοῦσι φιλοσόφως μηδ᾽ ἀπὸ σπουδῆς λέγεσθαι χαίρουσι μᾶλλον καὶ παρέχουσιν ὑπηκόους ἑαυτοὺς καὶ χειροήθεις, δῆλόν ἐστιν ἡμῖν. οὐ γὰρ μόνον τὰ Αἰσώπεια μυθάρια καὶ τὰς ποιητικὰς ὑποθέσεις ἀλλὰ καὶ τὸν Ἄβαριν τὸν Ἡρακλείδου καὶ τὸν Λύκωνα τὸν Ἀρίστωνος διερχόμενοι καὶ τὰ 1 περὶ τῶν ψυχῶν δόγματα μεμιγμένα μυθολογίᾳ μεθ᾽ ἡδονῆς ἐνθουσιῶσι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.