Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὅτι οὐ δεῖ πολιτεύεσθαι:
κυαμευταὶ γὰρ ἦσαν ἔμπροσθεν αἱ ψηφοφορίαι δι᾽ ὧν πέρας ἐπετίθεσαν
ταῖς ἀρχαῖς. ‘σιτίον εἰς ἀμίδα μὴ
ἐμβάλλειν:’ ἐπισημαίνει γὰρ ὅτι εἰς πονηρὰν ψυχὴν ἀστεῖον λόγον
ἐμβάλλειν οὐ προσῆκεν: ὁ μὲν γὰρ λόγος τροφὴ διανοίας ἐστί, τοῦτον δ᾽
ἀκάθαρτον ἡ πονηρία ποιεῖ τῶν ἀνθρώπων. ‘μὴ ἐπιστρέφεσθαι ἐπὶ τοὺς
ὅρους ἐλθόντας,’ τουτέστι μέλλοντας
ἀποθνήσκειν καὶ τὸν ὅρον τοῦ βίου πλησίον ὄντα ὁρῶντας φέρειν εὐκόλως
καὶ μὴ ἀθυμεῖν. ἀνακάμψω δ᾽ ἐπὶ τὴν ἐξ ἀρχῆς [p. 29] τοῦ
λόγου ὑπόθεσιν: ἁπάντων γὰρ ὅπερ ἔφην τῶν πονηρῶν ἀνθρώπων ἀπάγειν
δεῖ τοὺς παῖδας, μάλιστα
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.