previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὕτω δὲ προσάγων Νυμφίδιος ἐγγυτέρω ταῖς ἐλπίσιν οὐκ ἔφευγε Γαΐου Καίσαρος υἱὸς λέγεσθαι τοῦ μετὰ Τιβέριον ἄρξαντος. ἐγνώκει γὰρ Γάϊος, ὡς ἔοικε, τὴν τεκοῦσαν αὐτὸν ἔτι [p. 224] μειράκιον ὢν οὐκ ἀειδῆ τὴν ὄψιν οὖσαν, ἐκ δ᾽ ἀκεστρίας ἐπιμισθίου Καλλίστῳ, Καίσαρος ἀπελευθέρῳ, γεγενημένην. [2] ἀλλ᾽ ἦν πρὸς Γάϊον ἔντευξις αὐτῆς, ὡς ἔοικε, νεωτέρα τῆς Νυμφιδίου γενέσεως, αἰτίαν δὲ ἔσχεν ἐκ Μαρτιανοῦ τοῦ μονομάχου γεγονέναι, τῆς Νυμφιδίας ἐρασθείσης διὰ δόξαν αὐτοῦ, καὶ μᾶλλον ἐδόκει καθ᾽ ὁμοιότητα τῆς ἰδέας ἐκείνῳ προσήκειν. [3] ἀλλ᾽ ὁμολογῶν γε Νυμφιδίας εἶναι μητρὸς ἔργον μὲν αὑτοῦ μόνου τὴν Νέρωνος ἐποιεῖτο κατάλυσιν, ἆθλα δὲ αὐτῆς οὐ νομίζων ἱκανὰ καρποῦσθαι τὰς τιμὰς καὶ τὰ χρήματα καὶ τὸ Σπόρῳ τοῦ Νέρωνος συγκαθεύδειν, ὃν εὐθὺς ἀπὸ τῆς πυρᾶς ἔτι καιομένου τοῦ νεκροῦ μεταπεμψάμενος ἐκεῖνος ἐν γαμετῆς εἶχε τάξει καὶ Ποππαίαν προσηγόρευεν, ἐπὶ τὴν διαδοχὴν παρεδύετο τῆς ἡγεμονίας, [4] καὶ τὰ μὲν αὐτὸς ἐν Ῥώμῃ διὰ τῶν φίλων ὑπειργάζετο, καὶ γυναικῶν τινων αὐτῷ καὶ συγκλητικῶν ἀνδρῶν κρύφα συλλαμβανομένων, ἕνα δὲ τῶν φίλων, Γελλιανόν, εἰς Ἰβηρίαν ἔπεμψεν κατασκεψόμενον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1926)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: