previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐν δὲ Ῥώμῃ Νυμφίδιος Σαβῖνος, οὐκ ἠρέμα καὶ κατὰ μικρόν, ἀλλὰ συλλήβδην ὁμοῦ, πάντα πράγματα φέρων περιήνεγκεν εἰς ἑαυτόν, ὡς Γάλβαν μὲν ὄντα πρεσβύτην καὶ μόλις εἰς Ῥώμην ἐξαρκέσοντα φοράδην κομισθῆναι διὰ γῆρας ἦν γὰρ ἐτῶν τριῶν καὶ ἑβδομήκοντα: τὰ δὲ αὐτόθι στρατεύματα, καὶ πάλαι πρὸς αὐτὸν εὐνόως ἔχοντα καὶ νῦν ἑνὸς ἐξηρτημένα μόνου, διὰ τὸ τῆς δωρεᾶς μέγεθος εὐεργέτην ἐκεῖνον ἡγεῖσθαι, Γάλβαν δὲ χρεωφειλέτην. [2] εὐθὺς οὖν Τιγελλίνῳ μὲν τῷ συνάρχοντι προσέταξεν ἀποθέσθαι τὸ ξίφος, ὑποδοχὰς δὲ ποιούμενος ἐδείπνιζε τοὺς ὑπατικοὺς καὶ τοὺς ἡγεμονικούς, ἔτι τὸ Γάλβα προστιθεὶς ὄνομα ταῖς κλήσεσιν, ἔν τε τῷ στρατοπέδῳ πολλοὺς παρεσκεύασε λέγειν ὡς πεμπτέον ἐστὶ πρὸς Γάλβαν αἰτουμένους ἔπαρχον εἰσαεὶ Νυμφίδιον ἄνευ συνάρχοντος.

[3] δὲ σύγκλητος εἰς τιμὴν ἔπραττεν αὐτοῦ [p. 222] καὶ δύναμιν, ἀνακαλοῦσα εὐεργέτην καὶ συντρέχουσα καθ᾽ ἡμέραν ἐπὶ θύρας καὶ παντὸς ἐξάρχειν δόγματος ἀξιοῦσα καὶ βεβαιοῦν, ἔτι περαιτέρω τόλμης ἀνῆγεν αὐτόν, ὥστε ὀλίγου χρόνου τοῖς θεραπεύουσι μὴ μόνον ἐπίφθονον, ἀλλὰ καὶ φοβερὸν εἶναι, [4] τῶν δ᾽ ὑπάτων οἰκέτας δημοσίους προχειρισαμένων τὰ δόγματα κομίζοντας τῷ αὐτοκράτορι, καὶ τὰ καλούμενα διπλώματα σεσημασμένα δόντων, γνωρίζοντες οἱ κατὰ πόλιν ἄρχοντες ἐν ταῖς τῶν ὀχημάτων ἀμοιβαῖς ἐπιταχύνουσι τὰς προπομπὰς τῶν γραμματηφόρων, οὐ μετρίως ἠγανάκτησεν ὅτι μὴ παρ᾽ αὐτοῦ καὶ σφραγῖδα καὶ στρατιώτας λαβόντες ἀνέπεμψαν, ἀλλὰ λέγεται καὶ βουλεύσασθαι περὶ τῶν ὑπάτων, εἶτα τὴν ὀργὴν ἀπολογησαμένοις καὶ δεηθεῖσιν ἀνῆκε, [5] τῷ δὲ δήμῳ χαριζόμενος οὐκ ἐκώλυε τὸν παραπίπτοντα τῶν Νέρωνος ἀποτυμπανίζειν. Σπῖκλον μὲν οὖν τὸν μονομάχον ἀνδριάσι Νέρωνος ἑλκομένοις ὑποβαλόντες ἐν ἀγορᾷ διέφθειραν, Ἀπόνιον δέ τινα τῶν κατηγορικῶν ἀνατρέψαντες ἁμάξας λιθοφόρους ἐπήγαγον, ἄλλους δὲ διέσπασαν πολλούς, ἐνίους μηδὲν ἀδικοῦντας, ὥστε καὶ Μαύρικον, ἄνδρα τῶν ἀρίστων καὶ ὄντα καὶ δοκοῦντα, πρὸς τὴν σύγκλητον εἰπεῖν ὅτι φοβεῖται μὴ ταχὺ Νέρωνα ζητήσωσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1926)
hide References (14 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: