Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἦν δέ τι
καὶ Λιβίᾳ τῇ Καίσαρος γυναικὶ κατὰ γένος προσήκων ὁ Γάλβας, καὶ διὰ τοῦτο Λιβίας
[p. 212]
παρασχούσης ὕπατος ἐκ Παλατίου προῆλθε. λέγεται δὲ καὶ στρατεύματος ἐν Γερμανίᾳ καλῶς ἄρξαι καὶ Λιβύης ἀνθύπατος γενόμενος σὺν ὀλίγοις ἐπαινεθῆναι. τὸ δὲ εὔκολον αὐτοῦ τῆς διαίτης καὶ φειδωλὸν ἐν δαπάναις καὶ ἀπέριττον αἰτίαν ἔσχεν αὐτοκράτορος γενομένου μικρολογίας, ἣν ἕωλόν τινα δόξαν εὐταξίας ἔφερε καὶ σωφροσύνης.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.