previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Γάλβας Σουλπίκιος ὅτι μὲν ἰδιώτης πλουσιώτατος ἁπάντων εἰς τὸν Καισάρων παρῆλθεν οἶκον, ὁμολογεῖται μέγα δὲ ἔχων εὐγενείας ἀξίωμα τὸν Σερουΐων οἶκον, αὐτὸς ἐφρόνει μεῖζον ἐπὶ τῇ Κάτλου συγγενείᾳ, πρωτεύσαντος ἀνδρὸς ἀρετῇ καὶ δόξῃ τῶν καθ᾽ ἑαυτόν, εἰ καὶ τὸ δύνασθαι μᾶλλον ἑκὼν ἑτέροις παρῆκεν. [2] ἦν δέ τι καὶ Λιβίᾳ τῇ Καίσαρος γυναικὶ κατὰ γένος προσήκων Γάλβας, καὶ διὰ τοῦτο Λιβίας [p. 212] παρασχούσης ὕπατος ἐκ Παλατίου προῆλθε. λέγεται δὲ καὶ στρατεύματος ἐν Γερμανίᾳ καλῶς ἄρξαι καὶ Λιβύης ἀνθύπατος γενόμενος σὺν ὀλίγοις ἐπαινεθῆναι. τὸ δὲ εὔκολον αὐτοῦ τῆς διαίτης καὶ φειδωλὸν ἐν δαπάναις καὶ ἀπέριττον αἰτίαν ἔσχεν αὐτοκράτορος γενομένου μικρολογίας, ἣν ἕωλόν τινα δόξαν εὐταξίας ἔφερε καὶ σωφροσύνης. [3] ἐπέμφθη δὲ ὑπὸ Νέρωνος Ἰβηρίας ἄρχων, οὔπω δεδιδαγμένου φοβεῖσθαι τοὺς ἐν ἀξιώμασι μεγάλους1 τῶν πολιτῶν. ἐκείνῳ δὲ καὶ φύσει δοκοῦντι πρᾴῳ γεγονέναι προσετίθει πίστιν εὐλαβείας τὸ γῆρας.

1 μεγάλους Coraës and Bekker have μεγάλοις, after Reiske.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1926)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: