previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καταλαμβάνει δ᾽ αὐτὸν ἔτι μέλλοντα [p. 252] καὶ βουλευόμενον ἐκραγέντα τὰ Γερμανικά, κοινῇ γὰρ ἅπαντες οἱ στρατευόμενοι τὸν Γάλβαν ἐμίσουν οὐκ ἀποδιδόντα τὴν δωρεάν, ἰδίας δὲ ἐκεῖνοι προφάσεις ἐποιοῦντο Οὐεργίνιόν τε Ῥοῦφον ἀπερριμμένον ἀτίμως καὶ Γαλατῶν τοὺς πολεμήσαντας αὐτοῖς δωρεῶν τυγχάνοντας, [2] ὅσοι δὲ μὴ προσέθεντο Οὐΐνδικι κολαζομένους, μόνῳ τὸν Γάλβαν χάριν εἰδέναι καὶ τιμᾶν τεθνηκότα καὶ γεραίρειν δημοσίοις ἐναγισμοῖς, ὡς ὑπ᾽ ἐκείνου Ῥωμαίων ἀποδεδειγμένον αὐτοκράτορα, [3] τοιούτων ἀναφανδὸν ἤδη λόγων ἐν τῷ στρατοπέδῳ περιφερομένων ἐπῆλθεν νουμηνία τοῦ πρώτου μηνός, ἣν καλάνδας Ἰανουαρίας καλοῦσι : τοῦ δὲ Φλάκκου συναγαγόντος αὐτοὺς ἐπὶ τὸν ὅρκον ὃν ἔθος ἐστὶν ὀμνύειν ὑπὲρ τοῦ αὐτοκράτορος, τὰς μὲν εἰκόνας τοῦ Γάλβα προσελθόντες ἀνέτρεψαν καὶ κατέσπασαν, αὐτοὶ δὲ ὀμόσαντες ὑπὲρ συγκλήτου καὶ δήμου Ῥωμαίων διελύθησαν. [4] εἶτα τοῖς ἡγεμονικοῖς παρίστατο δεδοικέναι τὴν ἀναρχίαν ὡς ἀπόστασιν. λέγει δέ τις ἐν αὐτοῖς: ‘τί πάσχομεν, συστρατιῶται, μήτ᾽ ἄλλον ἡγεμόνα ποιούμενοι μήτε τὸν νῦν ὄντα φυλάττοντες, ὥσπερ οὐ Γάλβαν, ἀλλ᾽ ὅλως ἄρχοντα καὶ τὸ ἄρχεσθαι φεύγοντες ; [5] Φλάκκον μὲν οὖν Ὁρδεώνιον οὐδὲν ἄλλο σκιὰν ὄντα Γάλβα καὶ εἴδωλον ἐατέον, ἡμέρας δὲ μιᾶς ὁδὸν ἀφέστηκεν ἡμῶν Οὐϊτέλλιος, τῆς ἑτέρας Γερμανίας ἡγούμενος, πατρός τε τιμητοῦ καὶ τρὶς ὑπάτου γενομένου καὶ Κλαυδίῳ Καίσαρι τρόπον τινὰ συνάρξαντος, αὐτός τε τὴν [p. 254] λοιδορουμένην ὑπ᾽ ἐνίων πενίαν δεῖγμα λαμπρὸν ἔχων χρηστότητος καὶ μεγαλοφροσύνης, φέρε, τοῦτον ἑλόμενοι δείξωμεν ἀνθρώποις πᾶσιν ὡς Ἰβήρων καὶ Λυσιτανῶν ἀμείνους ἐσμὲν αὐτοκράτορα αἱρεῖσθαι.’

[6] ταῦτα τῶν μὲν ἤδη προσιεμένων, τῶν δ᾽ οὐ προσιεμένων, εἷς ὑπεξελθὼν σημαιοφόρος ἀπήγγειλε τῷ Οὐϊτελλίῳ νυκτός, ἑστιωμένων πολλῶν παρ᾽ αὐτῷ. τοῦ δὲ λόγου διαπεσόντος εἷς τὰ στρατεύματα πρῶτος Φάβιος Οὐάλης, ἡγεμὼν ἑνὸς τάγματος, τῇ ὑστεραίᾳ μετὰ ἱππέων συχνῶν ἐλάσας αὐτοκράτορα τὸν Οὐϊτέλλιον προσεῖπεν. [7] δὲ τὰς μὲν ἔμπροσθεν ἡμέρας ἐδόκει διωθεῖσθαι καὶ ἀναδύεσθαι, τὸ μέγεθος τῆς ἀρχῆς φοβούμενος, τότε δέ φασιν οἴνου διάπλεων καὶ τροφῆς ὄντα μεσημβρινῆς προελθεῖν καὶ ὑπακοῦσαι Γερμανικὸν ὄνομα θεμένων αὐτῷ, τὸ δὲ Καίσαρος οὐ προσδεξάμενον. [8] εὐθὺς δὲ καὶ τὸ μετὰ Φλάκκου στράτευμα τοὺς καλοὺς ἐκείνους καὶ δημοκρατικοὺς εἷς σύγκλητον ὅρκους ἀφέντες ὤμοσαν Οὐϊτελλίῳ τῷ αὐτοκράτορι ποιήσειν τὸ προστασσόμενον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1926)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: