previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀλλ᾽ οὖν βουλευομένου γε τοῦ Γάλβα περὶ διαδόχου τὸν Ὄθωνα παρεισῆγεν Οὐίνιος, οὐδὲ τοῦτο προῖκα πράσσων, ἀλλ᾽ ἐπὶ γάμῳ τῆς θυγατρός, ὁμολογίας γενομένης γαμεῖν αὐτὴν τὸν Ὄθωνα παῖδα τοῦ Γάλβα καὶ διάδοχον ἀποδειχθέντα τῆς ἡγεμονίας, δὲ Γάλβας ἀεὶ μὲν ἦν δῆλος πρὸ τοῦ ἰδίου τὸ κοινὸν τιθέμενος καὶ ζητῶν οὐχ χ αὑτῷ θέσθαι τὸν ἥδιστον, ἀλλὰ Ῥωμαίοις τὸν ὠφελιμώτατον. [2] δοκεῖ δὲ μηδ᾽ ἂν ἐπὶ τοῖς ἰδίοις χρήμασι μόνον ἑλέσθαι τὸν Ὄθωνα κληρονόμον, ἀκόλαστον εἰδὼς καὶ πολυτελῆ καὶ πεντακισχιλίων μυριάδων ὀφλήμασι βεβαπτισμένον. ὅθεν ἀκούσας τοῦ Οὐινίου σιωπῇ καὶ πρᾴως ὑπερέθετο τὴν διάθεσιν. ἀποδείξας δ᾽ αὑτὸν ὕπατον καὶ συνάρχοντα τὸν Οὐίνιον ἐπίδοξος ἦν ἔτους ἀρχῇ τὸν διάδοχον ἀναγορεύσειν καὶ τὸ στρατιωτικὸν ἡδέως εἶχε τὸν Ὄθωνα παρ᾽ ὁντινοῦν ἄλλον ἀναγορευθῆναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1926)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: