previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Νυμφίδιος γὰρ Σαβῖνος ὢν ἔπαρχος, ὥσπερ εἴρηται, μετὰ Τιγελλίνου τῆς αὐλῆς, ἐπεὶ τὰ Νέρωνος ἀπέγνωστο παντάπασι καὶ δῆλος ἦν [p. 210] ἀποδρασόμενος εἰς Αἴγυπτον, ἔπεισε τὸ στρατιωτικόν, ὡς μηκέτι παρόντος, ἀλλ᾽ ἤδη πεφευγότος, [2] αὐτοκράτορα Γάλβαν ἀναγορεῦσαι, καὶ δωρεὰν ὑπέσχετο κατ᾽ ἄνδρα τοῖς αὐλικοῖς καὶ στρατηγικοῖς προσαγορευομένοις δραχμὰς ἑπτακισχιλίας πεντακοσίας, τοῖς δὲ ἐκτὸς στρατευομένοις πεντήκοντα καὶ διακοσίας ἐπὶ χιλίαις, ὅσον ἀμήχανον ἦν συναγαγεῖν μὴ πλείονα μυριάκις κακὰ παρασχόντα πᾶσιν ἀνθρώποις ὧν Νέρων παρέσχε, [3] τοῦτο γὰρ εὐθὺς μὲν ἀπώλεσε Νέρωνα, μετ᾽ ὀλίγον δὲ Γάλβαν τὸν μὲν γὰρ ὡς ληψόμενοι προήκαντο, τὸν δὲ μὴ λαμβάνοντες ἀπέκτειναν. εἶτα τὸν τοσοῦτον δώσοντα ζητοῦντες ἔφθησαν ἐν ταῖς ἀποστάσεσι καὶ προδοσίαις ἀναλώσαντες αὑτοὺς τυχόντες ὧν ἤλπισαν. τὰ μὲν οὖν καθ᾽ ἕκαστα τῶν γενομένων ἀπαγγέλλειν ἀκριβῶς τῆς πραγματικῆς ἱστορίας ἐστίν, ὅσα δὲ ἄξια λόγου τοῖς τῶν Καισάρων ἔργοις καὶ πάθεσι συμπέπτωκεν, οὐδὲ ἐμοὶ προσήκει παρελθεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1926)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: