previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δὲ πρεσβύτης ἠδικεῖτο τὰ μὲν πρῶτα τοῦ Οὐινίου κακῶς διοικοῦντος, δὲ αὐτὸς ὀρθῶς προῃρεῖτο διαβάλλοντος κωλύοντος: οἷον ἦν τὸ περὶ τὰς κολάσεις τῶν Νερωνιανῶν. [2] ἀπέκτεινε γὰρ τοὺς πονηρούς, ἐν οἷς ἦν Ἥλιος καὶ Πολύκλειτος καὶ Πετῖνος καὶ Πατρόβιος. δὲ δῆμος ἐκρότει, καὶ δι᾽ ἀγορᾶς αὐτῶν ἀγομένων ἐβόα καλὴν μὲν εἶναι καὶ θεοφιλῆ πομπήν, ἀπαιτεῖν δὲ καὶ θεοὺς καὶ ἀνθρώπους τὸν διδάσκαλον καὶ παιδαγωγὸν τῆς τυραννίδος Τιγελλῖνον. ἐφθάκει δὲ γενναῖος προειληφὼς ἀρραβῶσι μεγάλοις τὸν Οὐίνιον. [3] εἶτα Τουρπιλιανὸς μέν, ὅτι μὴ προεδίδου μηδὲ ἐμίσει τὸν ἡγεμόνα τοιοῦτον ὄντα μισούμενος, ἄλλο δὲ μηδὲ ἓν μέγα συναδικήσας, ἀπέθανεν δὲ καὶ ποιήσας ἄξιον θανάτου Νέρωνα καὶ γενόμενον τοιοῦτον ἐγκαταλιπὼν καὶ προδοὺς περιῆν, μέγα δίδαγμα [p. 242] τοῦ μηδὲν ἄπρακτον εἶναι παρὰ Οὐινίῳ μηδὲ ἀνέλπιστον τοῖς διδοῦσιν. [4] οὐδενὸς γὰρ οὕτω θεάματος ἐρασθεὶς Ῥωμαίων δῆμος ὡς τοῦ Τιγελλῖνον ἰδεῖν ἀπαγόμενον, οὐδὲ παυσάμενος ἐν πᾶσι θεάτροις καὶ σταδίοις αἰτούμενος ἐκεῖνον, ἐπεπλήχθη διαγράμματι τοῦ αὐτοκράτορος Τιγελλῖνον μὲν οὐ πολὺν ἔτι βιώσεσθαι φάσκοντος χρόνον ὑπὸ φθινάδος νόσου δαπανώμενον, ἐκείνους δὲ παραιτουμένου μὴ διαγριαίνειν μηδὲ τυραννικὴν ποιεῖν τὴν ἡγεμονίαν. [5] ἀχθομένου δὲ τοῦ δήμου καταγελῶντες μὲν Τιγελλῖνος ἔθυσε σωτήρια καὶ παρεσκεύασε λαμπρὰν ἑστίασιν, δὲ Οὐίνιος ἀναστὰς παρὰ τοῦ αὐτοκράτορος μετὰ δεῖπνον ἐκώμασεν ὡς ἐκεῖνον, ἄγων τὴν θυγατέρα χήραν οὖσαν. καὶ προὔπιεν Τιγελλῖνος αὐτῇ πέντε καὶ εἴκοσι μυριάδας ἀργυρίου, καὶ τῶν παλλακίδων τὴν ἀγελαρχοῦσαν ἐκέλευσε τὸν περιδέραιον κόσμον ἀφελομένην ἐκείνῃ περιάψαι, πεντεκαίδεκα μυριάδων εἶναι λεγόμενον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1926)
hide References (11 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: