previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

βουλόμενος δὲ τῆς περὶ τὰς δωρεὰς ἀμετρίας καὶ πολυτελείας τοῦ Νέρωνος ἀποδεικνύναι μεγάλην μεταβολήν, ἀστοχεῖν ἐδόκει τοῦ πρέποντος. Κάνου γὰρ αὐλήσαντος αὑτῷ παρὰ δεῖπνον ῾ἀκρόαμα δὲ ἦν Κάνος εὐδοκιμούμενον ἐπαινέσας καὶ ἀποδεξάμενος ἐκέλευσεν αὑτῷ κομισθῆναι τὸ γλωσσόκομον: καὶ λαβὼν χρυσοῦς τινας ἐπέδωκε τῷ Κάνῳ, φήσας ἐκ τῶν ἰδίων, οὐκ ἐκ τῶν δημοσίων χαρίζεσθαι, [2] τὰς δὲ δωρεὰς ἃς Νέρων ἔδωκε τοῖς περὶ σκηνὴν καὶ παλαίστραν, ἀπαιτεῖσθαι συντόνως κελεύσας πλὴν τοῦ δεκάτου μέρους, εἶτα μικρὰ καὶ γλίσχρα κομιζόμενος ἀνηλώκεσαν γὰρ οἱ πλεῖστοι τῶν λαβόντων, ἐφήμεροι καὶ σατυρικοὶ τοῖς βίοις ἄνθρωποι τοὺς πριαμένους παρ᾽ αὐτῶν λαβόντας ὁτιοῦν ἀνεζήτει καὶ παρ᾽ ἐκείνων ἐξέπραττε. [3] τοῦ δὲ πράγματος ὅρον οὐκ ἔχοντος, ἀλλὰ πόρρω νεμομένου καὶ προϊόντος ἐπὶ πολλούς, αὐτὸς μὲν [p. 240] ἠδόξει, φθόνον δὲ καὶ μῖσος εἶχεν Οὐίνιος, ὡς τοῖς μὲν ἄλλοις ἅπασιν ἀνελεύθερον παρέχων τὸν ἡγεμόνα καὶ μικρολόγον, αὐτὸς δὲ χρώμενος ἀσώτως καὶ λαμβάνων πάντα καὶ πιπράσκων. [4] μὲν γὰρ Ἡσίοδος
ἀρχομένου τε πίθου καὶ λήγοντος κορέσασθαι
φησὶ δεῖν, δὲ Οὐίνιος ὁρῶν ἀσθενῆ καὶ γέροντα τὸν Γάλβαν ἐνεπίμπλατο τῆς τύχης, ὡς ἅμα μὲν ἀρχομένης, ἅμα δὲ φθινούσης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1926)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: