Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
καί
τότε παρόντες ἐκβεβαιώσασθαι τὴν στρατείαν
οὔτ᾽ ὀφθῆναι τοῖς ἀπαντῶσιν οὔτ᾽ ἀκουσθῆναι
παρίεσαν τὸν αὐτοκράτορα, ἀλλ᾽ ἐθορύβουν βοῇ
σημεῖα τῷ τάγματι καί χώραν αἰτοῦντες, ἐκείνου
δὲ ὑπερτιθεμένου καί πάλιν εἰπεῖν1 κελεύσαντος,
[p. 238]
ἀρνήσεως σχῆμα τὴν ἀναβολὴν εἶναι φάσκοντες ἠγανάκτουν καί παρείποντο μὴ φειδόμενοι βοῆς. ἐνίων δὲ καί τὰς μαχαίρας σπασαμένων, ἐκέλευσε τοὺς ἱππεῖς ἐμβαλεῖν αὐτοῖς ὁ Γάλβας. ὑπέστη δὲ οὐδεὶς ἐκείνων, ἀλλ᾽ οἱ μὲν εὐθὺς ἀνατραπέντες, οἱ δὲ φεύγοντες διεφθάρησαν, οὐ χρηστὸν οὐδὲ αἴσιον ποιοῦντες τῷ Γάλβᾳ τὸν οἰωνὸν εἰσιόντι διὰ πολλοῦ φόνου καί νεκρῶν τοσούτων εἰς τὴν πόλιν. ἀλλ᾽ εἰ καί τις αὐτοῦ κατεφρόνει πρότερον ἀσθενοῦς καί γέροντος ὁρωμένου, τότε πᾶσι φρικώδης καί φοβερὸς ἐγένετο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.