Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
καίτοι Διονύσιος Φεραῖον ἄρξαντα Θετταλῶν δέκα μῆνας, εἶτα εὐθὺς ἀναιρεθέντα, τὸν τραγικὸν ἀνεκάλει τύραννον, ἐπισκώπτων τὸ τάχος τῆς μεταβολῆς, ἡ δὲ τῶν Καισάρων ἑστία, τὸ Παλάτιον, ἐν ἐλάσσονι χρόνῳ τέσσαρας αὐτοκράτορας ὑπεδέξατο, τὸν μὲν εἰσαγόντων ὥσπερ διὰ σκηνῆς, τὸν δ᾽ ἐξαγόντων. ἀλλ᾽ ἦν γε παραμυθία τοῖς κακῶς πάσχουσι μία τὸ μὴ δεηθῆναι δίκης ἑτέρας ἐπὶ τοὺς αἰτίους, ἀλλ᾽ ὁρᾶν αὐτοὺς ὑφ᾽ ἑαυτῶν φονευομένους, πρῶτον δε καὶ δικαιότατα πάντων τὸν δελεάσαντα καὶ διδάξαντα τοσοῦτον ἐλπίζειν ἐπὶ μεταβολῇ Καίσαρος ὅσον αὐτὸς ὑπέσχετο, κάλλιστον ἔργον διαβαλὼν τῷ μισθῷ, τὴν ἀπὸ Νέρωνος ἀποστασίαν προδοσίαν γενομένην.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.