previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

λοιπὸς δ᾽ ἦν τῇ Παρυσάτιδι σκοπὸς τὴν κεφαλὴν ἀποτεμὼν καὶ τὴν χεῖρα τοῦ Κύρου Μασαβάτης, βασιλέως εὐνοῦχος, ὡς οὖν αὐτὸς οὐδεμίαν καθ᾽ ἑαυτοῦ λαβὴν παρεδίδου, τοιοῦτον ἐπιβουλῆς τρόπον Παρύσατις συνέθηκεν. [2] ἦν τά τε ἀλλὰ θυμόσοφος γυνὴ καὶ δεινὴ κυβεύειν διὸ καὶ βασιλεῖ πρὸ τοῦ πολέμου πολλάκις συνεκύβευε μετὰ δὲ τὸν πόλεμον διαλυθεῖσα πρὸς αὐτόν οὐκ ἔφευγε τὰς φιλοφροσύνας, ἀλλὰ καὶ συνέπαιζε καὶ τῶν ἐρωτικῶν ἐκοινώνει συμπράττουσα καὶ παροῦσα, καὶ ὅλως μικρότατον αὐτοῦ τῇ Στατείρᾳ μετεδίδου χρῆσθαι καὶ συνεῖναι, μισοῦσά τε μάλιστα πάντων ἐκείνην καὶ μέγιστον αὐτὴ βουλομένη δύνασθαι. [3] λαβοῦσα δή ποτε τὸν Ἀρτοξέρξην ὡρμημένον ἀλύειν σχολῆς οὔσης προὐκαλεῖτο περὶ χιλίων δαρεικῶν κυβεῦσαι: καὶ κυβεύοντα περιεῖδε νικῆσαι καὶ τὸ χρυσίον ἀπέδωκε, προσποιουμένη δὲ ἀνιᾶσθαι καὶ [p. 166] φιλονεικεῖν ἐκέλευσεν αὖθις ἐξ ἀρχῆς περὶ εὐνούχου διακυβεῦσαι: κἀκεῖνος ὑπήκουσε. [4] ποιησάμενοι δὲ συνθήκας πέντε μὲν ἑκάτερον ὑπεξελέσθαι τοὺς πιστοτάτους, ἐκ δὲ τῶν λοιπῶν ὃν ἂν νικῶν ἕληται, δοῦναι τὸν ἡττώμενον, ἐπὶ τούτοις ἐκύβευον. σφόδρα δὴ γενομένη πρὸς τῷ πράγματι καὶ σπουδάσασα περὶ τὴν παιδιάν, εὖ δέ πως αὐτῇ καὶ τῶν κύβων πεσόντων, νικήσασα λαμβάνει τὸν Μασαβάτην οὐ γὰρ ἦν ἐν τοῖς ὑπεξῃρημένοις. [5] καὶ πρὶν ἐν ὑποψίᾳ, γενέσθαι βασιλέα τοῦ πράγματος ἐγχειρίσασα τοῖς ἐπὶ τῶν τιμωριῶν προσέταξεν ἐκδεῖραι ζῶντα, καὶ τὸ μὲν σῶμα πλάγιον διὰ τριῶν σταυρῶν ἀναπῆξαι, τὸ δὲ δέρμα χωρὶς διαπατταλεῦσαι. γενομένων δὲ τούτων καὶ βασιλέως χαλεπῶς φέροντος καὶ παροξυνομένου πρὸς αὐτήν, εἰρωνευομένη μετὰ γέλωτος, ‘ὡς ἡδύς,’ ἔφασκεν, ‘εἶ καὶ μακάριος, εἰ χαλεπαίνεις διὰ γέροντα πονηρὸν εὐνοῦχον, ἐγὼ δὲ χιλίους ἐκκυβευθεῖσα δαρεικοὺς σιωπῶ καὶ στέργω.’ [6] βασιλεὺς μὲν οὖν ἐφ᾽ οἷς ἐξηπατήθη μεταμελόμενος ἡσυχίαν ἦγεν, δὲ Στάτειρα καὶ πρὸς τἆλλα φανερῶς ἠναντιοῦτο καὶ τούτοις ἐδυσχέραινεν, ὡς ἄνδρας εὐνούχους καὶ πιστοὺς βασιλεῖ διὰ Κῦρον ὠμῶς καὶ παρανόμως ἀπολλυούσης αὐτῆς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1926)
hide References (11 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: