previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὅτι γὰρ ἦν μεμιγμένον αἰσχύνῃ καὶ φόβῳ τὸ πρὸς τὸν Ἄρατον αὐτοῦ πάθος ἀπ᾽ ἀρχῆς συντεθραμμένον, ἐδήλωσεν οἷς ἔπραξε περὶ αὐτόν, ἐπιθυμῶν γὰρ ἀνελεῖν τὸν ἄνδρα καὶ νομίζων οὐδ᾽ ἂν ἐλεύθερος ἐκείνου ζῶντος εἶναι, μή τί γε τύραννος βασιλεύς, βίᾳ. μὲν οὐδὲν ἐπεχείρησε, Ταυρίωνα δὲ τῶν στρατηγῶν τινα καὶ φίλων ἐκέλευσεν ἀδήλῳ τρόπῳ τοῦτο πρᾶξαι, μάλιστα διὰ φαρμάκων, [2] αὐτοῦ μὴ παρόντος, δὲ ποιησάμενος τὸν Ἄρατον συνήθη φάρμακον αὐτῷ δίδωσιν, οὐκ ὀξὺ καὶ σφοδρόν, ἀλλὰ τῶν θέρμας τε μαλακὰς τὸ πρῶτον ἐν τῷ σώματι καὶ βῆχα κινούντων ἀμβλεῖαν, εἶτα οὕτως κατὰ μικρὸν εἰς φθορὰν περαινόντων. οὐ μὴν ἔλαθέ γε τὸνἌρατον ἀλλ᾽ ὡς οὐδὲν ἦν ὄφελος ἐλέγχοντι, πράως καὶ σιωπῇ τὸ πάθος, ὡς δή τινα νόσον κοινὴν καὶ συνήθη νοσῶν, διήντλει. [3] πλὴν ἑνός γε τῶν συνήθων ἐν [p. 120] τῷ δωματίῳ παρόντος ἀναπτύσας δίαιμον, ἰδόντος ἐκείνου καὶ θαυμάσαντος, ‘ταῦτα,’ εἶπεν, ‘ Κεφάλων, ἐπίχειρα τῆς βασιλικῆς φιλίας.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1926)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: