previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐν τούτῳ δὲ τῷ ταράχῳ μία τῶν αἰχμαλώτων, Ἐπιγήθους ἀνδρὸς ἐνδόξου θυγάτηρ, αὐτὴ δὲ κάλλει καὶ μεγέθει σώματος εὐπρεπής, ἔτυχε μὲν ἐν τῷ ἱερῷ καθεζομένη τῆς Ἀρτέμιδος, οὗ κατέστησεν αὐτὴν ἐπιλεκτάρχης ἑλὼν ἑαυτῷ καὶ περιθεὶς τὴν τριλοφίαν, ἄφνω δὲ ἐκδραμοῦσα πρὸς τὸν θόρυβον, [2] ὡς ἔστη πρὸ τῶν θυρῶν τοῦ ἱεροῦ καὶ κατέβλεψεν εἰς τοὺς μαχομένους ἄνωθεν ἔχουσα τὴν τριλοφίαν, αὐτοῖς τε τοῖς πολίταις [p. 74] θέαμα σεμνότερον κατ᾽ ἄνθρωπον ἐφάνη, καὶ τοῖς πολεμίοις φάσμα θεῖον ὁρᾶν δοκοῦσι φρίκην ἐνέβαλε καὶ θάμβος, ὥστε μηδένα τρέπεσθαι πρὸς ἀλκήν.

αὐτοὶ δὲ Πελληνεῖς λέγουσι τὸ βρέτας τῆς θεοῦ τὸν μὲν ἄλλον ἀποκεῖσθαι χρόνον ἄψαυστον, ὅταν δὲ κινηθὲν ὑπὸ τῆς ἱερείας ἐκφέρηται, μηδένα προσβλέπειν ἐναντίον, ἀλλ᾽ ἀποτρέπεσθαι πάντας οὐ γὰρ ἀνθρώποις μόνον ὅραμα φρικτὸν εἶναι καὶ χαλεπόν, ἀλλά καὶ δένδρα ποιεῖν ἄφορα καὶ καρποὺς ἀπαμβλίσκειν, δι᾽ ὧν ἂν κομίζηται. [3] τοῦτο δὴ τότε τὴν ἱέρειαν ἐξενεγκαμένην καὶ τρέπουσαν ἀεὶ κατὰ τοὺς Αἰτωλοὺς ἀντιπρόσωπον ἔκφρονας καταστῆσαι καὶ παρελέσθαι τὸν λογισμόν. δὲ Ἄρατος οὐδὲν ἐν τοῖς ὑπομνήμασιν εἴρηκε τοιοῦτον, ἀλλά φησι τρεψάμενος τοὺς Αἰτωλοὺς καὶ φεύγουσι συνεισπεσὼν εἰς τὴν πόλιν ἐξελάσαι κατὰ κράτος, ἑπτακοσίους δὲ ἀποκτεῖναι. τὸ δὲ ἔργον ἐν τοῖς μεγίστοις διεβοήθη, καὶ Τιμάνθης ζωγράφος ἐποίησεν ἐμφαντικῶς τῇ διαθέσει τὴν μάχην ἔχουσαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1926)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: