next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

παροιμίαν τινὰ παλαιὰν, Πολύκρατες, δείσας μοι δοκεῖ τὸ δύσφημον αὐτῆς, φιλόσοφος Χρύσιππος, οὐχ ὃν ἔχει τρόπον, ἀλλ᾽ ὡς αὐτὸς ᾤετο βέλτιον εἶναι, διατίθεται,
τίς πατέρ᾽ αἰνήσει, εὶ μὴ εὐδαίμονες υἱοί;
Διονυσόδωρος δὲ Τροιζήνιος ἐλέγχων αὐτὸν ἀντεκτίθησι τὴν ἀληθινὴν οὕτως ἔχουσαν
τίς πατέρ᾽ αἰνήσει, εἰ μὴ κακοδαίμονες υἱοί ;
[2] καί φησι τοὺς ἀφ᾽ αὑτῶν οὐδενὸς ἀξίους ὄντας, ὑποδυομένους δὲ προγόνων τινῶν ἀρεταῖς1 καί πλεονάζοντας ἐν τοῖς ἐκείνων ἐπαίνοις ὑπὸ τῆς παροιμίας ἐπιστομίζεσθαι: ἀλλ᾽ γε φύσει τὸ γενναῖον ἐπιπρέπει ἐκ πατέρων, κατὰ Πίνδαρον,2 ὥσπερ σοί πρὸς τὸ κάλλιστον ἀφομοιοῦντι τῶν οἴκοθεν παραδειγμάτων τὸν βίον, εὔδαιμον ἂν εἴη τὸ μεμνῆσθαι τῶν ἀπὸ γένους ἀρίστων, ἀκούοντας περὶ αὑτῶν ἀεί τι καί λέγοντας, [3] οὐ γὰρ ἰδίων [p. 4] πλυταρξη᾽ς λιες ἀπορίᾳ καλῶν ἐξαρτῶσιν ἀλλοτρίων ἐπαίνων τὴν δόξαν, ἀλλὰ τοῖς ἐκείνων τὰ οἰκεῖα συνάπτοντες, ὡς καί τοῦ γένους καί τοῦ βίου καθηγεμόνας εὐφημοῦσι. διὸ κἀγὼ τὸν Ἀράτου τοῦ σοῦ πολίτου καί προπάτορος βίον, ὃν οὔτε τῇ δόξῃ τῇ περὶ σεαυτὸν οὔτε τῇ δυνάμει καταισχύνεις, ἀπέσταλκά σοί συγγραψάμενος, οὐχ ὡς οὐχὶ πάντων ἀκριβέστατά σοί μεμεληκὸς ἐξ ἀρχῆς ἐπίστασθαι τὰς ἐκείνου πράξεις, [4] ἀλλ᾽ ὅπως οἱ παῖδές σου Πολυκράτης καί Πυθοκλῆς οἰκείοις παραδείγμασιν ἐντρέφωνται, τὰ μὲν ἀκούοντες, τὰ δὲ ἀναγινώσκοντες, ἅπερ αὐτοὺς μιμεῖσθαι προσήκει, φιλαύτου γὰρ ἀνδρός, οὐ φιλοκάλου, παντὸς ἀεὶ βέλτιστον ἡγεῖσθαι.

1 ἀρεταῖς Sint. and Ziegler with Sg; Bekker has ἀρετάς, with inferior MSS.

2 Pyth. viii. 44f.(φυᾷ ... ἐκ πατέρων παισὶ λῆμα).

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1926)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: