Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
καὶ τὸ πρᾶγμα
βαρέως ἐνεγκὼν τήν τε γυναῖκα τῆς οἰκίας ἐξήλασεν
ἀνεψιὰν οὖσαν αὐτοῦ ῾θυγάτηρ γὰρ ἦν
Γαΐου Ἀντωνίου τοῦ Κικέρωνι συνυπατεύσαντος᾿,
καὶ τοὺς περὶ Ἀσίνιον δεξάμενος ἐπολέμει τῷ
Δολοβέλλᾳ. κατέλαβε γὰρ τὴν ἀγορὰν ἐκεῖνος
ὡς βίᾳ κυρώσων τὸν νόμον. Ἀντώνιος δέ, καὶ
τῆς βουλῆς ψηφισαμένης ὅπλων δεῖν ἐπὶ τὸν
Δολοβέλλαν, ἐπελθὼν καὶ μάχην συνάψας ἀπέκτεινέ
τέ τινας τῶν ἐκείνου καὶ τῶν ἰδίων ἀπέβαλε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.