Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ὧν Κλαύδιος μὲν ὕστερον ἦρξε, τῶν
δὲ Γερμανικοῦ παίδων Γάϊος μὲν ἄρξας ἐπιφανῶς
οὐ πολὺν χρόνον ἀνῃρέθη μετὰ τέκνου καὶ
γυναικός, Ἀγριππίνα δὲ υἱὸν ἐξ Ἀηνοβάρβου
Λεύκιον Δομίτιον ἔχουσα Κλαυδίῳ Καίσαρι
συνῴκησε. καὶ θέμενος τὸν υἱὸν αὐτῆς Κλαύδιος
Νέρωνα Γερμανικὸν προσωνόμασεν. οὗτος ἄρξας
ἐφ᾽ ἡμῶν ἀπέκτεινε τὴν μητέρα καὶ μικρὸν
ἐδέησεν ὑπὸ ἐμπληξίας καὶ παραφροσύνης
ἀνατρέψαι τὴν Ῥωμαίων ἡγεμονίαν, πέμπτος
ἀπὸ Ἀντωνίου κατ᾽ ἀριθμὸν διαδοχῆς γενόμενος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.