Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἐκ δὲ Μαρκέλλου δυεῖν αὐτῇ θυγατέρων
οὐσῶν, ἑνὸς δὲ υἱοῦ Μαρκέλλου, τοῦτον
μὲν ἅμα παῖδα καὶ γαμβρὸν ἐποιήσατο Καῖσαρ,
τῶν δὲ θυγατέρων Ἀγρίππᾳ τὴν ἑτέραν ἔδωκεν.
ἐπεὶ δὲ Μάρκελλος ἐτελεύτησε κομιδῆ νεόγαμος
καὶ Καίσαρι γαμβρὸν ἔχοντα πίστιν οὐκ εὔπορον
ἦν ἐκ τῶν ἄλλων φίλων ἑλέσθαι, λόγον ἡ
Ὀκταουία προσήνεγκεν ὡς χρὴ τὴν Καίσαρος
θυγατέρα λαβεῖν Ἀγρίππαν, ἀφέντα τὴν ἑαυτῆς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.