Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἀντωνίου δὲ γενεὰν ἀπολιπόντος
ἐκ τριῶν γυναικῶν ἑπτὰ παῖδας, ὁ πρεσβύτατος
Ἄντυλλος ὑπὸ Καίσαρος ἀνῃρέθη μόνος: τοὺς
λοιποὺς δὲ Ὀκταουία παραλαβοῦσα μετὰ τῶν ἐξ
ἑαυτῆς ἔθρεψε. καὶ Κλεοπάτραν μὲν τὴν ἐκ
Κλεοπάτρας Ἰόβᾳ τῷ χαριεστάτῳ βασιλέων
συνῴκισεν, Ἀντώνιον δὲ τὸν ἐκ Φουλβίας οὕτω
μέγαν ἐποίησεν ὥστε τὴν πρώτην παρὰ Καίσαρι
τιμὴν Ἀγρίππου, τὴν δὲ δευτέραν τῶν Λιβίας
παίδων ἐχόντων, τρίτον εἶναι καὶ δοκεῖν
Ἀντώνιον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.