previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

85. τοιαῦτα ὀλοφυραμένη καὶ στέψασα καὶ κατασπασαμένη τὴν σορὸν ἐκέλευσεν αὑτῇ λουτρὸν γενέσθαι. λουσαμένη δὲ καὶ κατακλιθεῖσα λαμπρὸν ἄριστον ἠρίστα. καί τις ἧκεν ἀπ᾽ ἀγροῦ κίστην τινὰ κομίζων: τῶν δὲ φυλάκων τι φέροι πυνθανομένων ἀνοίξας καὶ ἀφελὼν τὰ θρῖα σύκων ἐπίπλεων τὸ ἀγγεῖον ἔδειξε. [2] θαυμασάντων δὲ τὸ κάλλος καὶ τὸ μέγεθος μειδιάσας παρεκάλει λαβεῖν: οἱ δὲ πιστεύσαντες ἐκέλευον εἰσενεγκεῖν. μετὰ δὲ τὸ ἄριστον Κλεοπάτρα δέλτον ἔχουσα γεγραμμένην καὶ κατασεσημασμένην ἀπέστειλε πρὸς Καίσαρα, καὶ τοὺς ἄλλους ἐκποδὼν ποιησαμένη πλὴν τῶν δυεῖν ἐκείνων γυναικῶν τὰς θύρας ἔκλεισε.

[3] Καῖσαρ δὲ λύσας τὴν δέλτον, ὡς ἐνέτυχε λιταῖς καὶ ὀλοφυρμοῖς δεομένης αὐτὴν σὺν Ἀντωνίῳ θάψαι, ταχὺ συνῆκε τὸ πεπραγμένον. καὶ πρῶτον μὲν αὐτὸς ὥρμησε βοηθεῖν, ἔπειτα τοὺς σκεψομένους κατὰ τάχος ἔπεμψεν. ἐγεγόνει δ᾽ ὀξὺ τὸ πάθος. δρόμῳ γὰρ ἐλθόντες καὶ τοὺς μὲν φυλάττοντας οὐδὲν ᾐσθημένους καταλαβόντες, τὰς δὲ θύρας ἀνοίξαντες, εὗρον αὐτὴν τεθνηκυῖαν ἐν χρυσῇ κατακειμένην κλίνῃ, κεκοσμημένην βασιλικῶς. [4] τῶν δὲ γυναικῶν μὲν Εἰρὰς λεγομένη πρὸς τοῖς ποσὶν ἀπέθνησκεν, δὲ Χάρμιον ἤδη σφαλλομένη καὶ καρηβαροῦσα κατεκόσμει τὸ διάδημα τὸ περὶ τὴν κεφαλὴν αὐτῆς. εἰπόντος δέ τινος ὀργῇ: ‘καλὰ ταῦτα, Χάρμιον:’ ‘κάλλιστα μὲν οὖν,’ ἔφη, ‘καὶ πρέποντα τῇ τοσούτων ἀπογόνῳ βασιλέων.’ πλέον δὲ οὐδὲν εἶπεν, ἀλλ᾽ αὐτοῦ παρὰ τὴν κλίνην ἔπεσε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: