Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἡ
μέντοι χάρις ἐκείνη καὶ τὸ τῆς ὥρας ἰταμὸν οὐ
κατέσβεστο παντάπασιν, ἀλλὰ καὶπερ οὕτως
διακειμένης ἔνδοθέν ποθεν ἐξέλαμπε καὶ συνεπεφαίνετο
τοῖς κινήμασι τοῦ προσώπου. κελεύσαντος
δὲ τοῦ Καίσαρος αὐτὴν κατακλιθῆναι καὶ
πλησίον αὐτοῦ καθίσαντος, ἥψατο μέν τινος
δικαιολογίας εἰς ἀνάγκην καὶ φόβον Ἀντωνίου
τὰ πεπραγμένα τρεπούσης, ἐνισταμένου δὲ πρὸς
ἕκαστον αὐτῇ τοῦ Καίσαρος ἐξελεγχομένη ταχὺ
πρὸς οἶκτον μεθηρμόσατο καὶ δέησιν, ὡς δή τις ἂν
μάλιστα τοῦ ζῆν περιεχομένη.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.