Click on a word to bring up parses, dictionary entries, and frequency statistics
αὐτὸς δὲ Καῖσαρ εἰσήλαυνεν εἰς τὴν
πόλιν, Ἀρείῳ τῷ φιλοσόφῳ προσδιαλεγόμενος
καὶ τὴν δεξιὰν ἐνδεδωκώς, ἵνα εὐθὺς ἐν τοῖς πολίταις
περίβλεπτος εἴη καὶ θαυμάζοιτο τιμώμενος
ὑπ᾽ αὐτοῦ διαπρεπῶς. εἰς δὲ τὸ γυμνάσιον εἰσελθὼν
καὶ ἀναβὰς ἐπὶ βῆμά τι πεποιημένον, ἐκπεπληγμένων
ὑπὸ δέους τῶν ἀνθρώπων καὶ προσπιπτόντων,
ἀναστῆναι κελεύσας ἔφη πάσης αἰτίας
τὸν δῆμον ἀφιέναι, πρῶτον μὲν διὰ τὸν
κτίστην Ἀλέξανδρον: δεύτερον δὲ τῆς πόλεως
θαυμάζων τὸ κάλλος καὶ τὸ μέγεθος: τρίτον δὲ
Ἀρείῳ τῷ ἑταίρῳ χαριζόμενος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.