previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

79. ὡς δὲ κατιδὼν τὸν τόπον ἀπήγγειλε Καίσαρι, Γάλλος μὲν ἐπέμφθη πάλιν ἐντευξόμενος αὐτῇ: καὶ πρὸς τὰς θύρας ἐλθὼν ἐπίτηδες ἐμήκυνε τὸν λόγον. ἐν τούτῳ δὲ Προκλήϊος κλίμακος προστεθείσης διὰ τῆς θυρίδος εἰσῆλθεν τὸν Ἀντώνιον αἱ γυναῖκες ἐδέξαντο. καὶ πρὸς τὰς θύρας αὐτὰς1 εὐθύς, αἷς Κλεοπάτρα παρειστήκει προσέχουσα τῷ Γάλλῳ, κατέβαινεν ὑπηρέτας ἔχων δύο μεθ᾽ αὑτοῦ. [2] τῶν δὲ συγκαθειργμένων τῇ Κλεοπάτρᾳ γυναικῶν τῆς ἑτέρας ἀνακραγούσης, ‘τάλαινα Κλεοπάτρα, ζωγρεῖ,’ μεταστραφεῖσα καὶ θεασαμένη τὸν Προκλήϊον ὥρμησε μὲν αὑτὴν πατάξαι: παρεζωσμένη γὰρ ἐτύγχανέ τι τῶν λῃστρικῶν ξιφιδίων: προσδραμὼν δὲ ταχὺ καὶ περισχὼν αὐτὴν ταῖς χερσὶν ἀμφοτέραις Προκλήϊος, ‘ἀδικεῖς,’ εἶπεν, ‘ Κλεοπάτρα, καὶ σεαυτὴν καὶ Καίσαρα, μεγάλην ἀφαιρουμένη χρηστότητος ἐπίδειξιν αὐτοῦ, καὶ διαβάλλουσα τὸν πρᾳότατον ἡγεμόνων ὡς ἄπιστον καὶ ἀδιάλλακτον.’ [3] ἅμα δὲ καὶ τὸ ξίφος αὐτῆς παρείλετο, καὶ τὴν ἐσθῆτα, μὴ κρύπτοι τι φάρμακον, ἐξέσεισεν. ἐπέμφθη δὲ καὶ παρὰ Καίσαρος τῶν ἀπελευθέρων Ἐπαφρόδιτος, προσετέτακτο ζῶσαν αὐτὴν φυλάττειν ἰσχυρῶς ἐπιμελόμενον, τἆλλα δὲ2 πρὸς τὸ ῥᾷστον ἐνδιδόναι καὶ ἥδιστον.

1 αὐτὰς bracketed by Bekker.

2 τἆλλα δὲ Bekker, after Solanus: τἆλλα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: