Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁ δὲ Τίμων ἦν Ἀθηναῖος, καὶ γέγονεν
ἡλικίᾳ μάλιστα κατὰ τὸν Πελοποννησιακὸν πόλεμον,
ὡς ἐκ τῶν Ἀριστοφάνους καὶ Πλάτωνος
δραμάτων λαβεῖν ἔστι. κωμῳδεῖται γὰρ ἐν ἐκείνοις
ὡς δυσμενὴς καὶ μισάνθρωπος: ἐκκλίνων δὲ
καὶ διωθούμενος ἅπασαν ἔντευξιν, Ἀλκιβιάδην,
νέον ὄντα καὶ θρασύν, ἠσπάζετο καὶ κατεφίλει
προθύμως. Ἀπημάντου δὲ θαυμάσαντος καὶ πυθομένου
τὴν αἰτίαν, φιλεῖν ἔφη τὸν νεανίσκον
εἰδὼς ὅτι πολλῶν Ἀθηναίοις κακῶν αἴτιος ἔσοιτο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.