Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
οἱ δὲ στρατιῶται καὶ πόθον
τινὰ καὶ προσδοκίαν εἶχον ὡς αὐτίκα ποθὲν
ἐπιφανησομένου: καὶ τοσαύτην ἐπεδείξαντο
πίστιν καὶ ἀρετὴν ὥστε καὶ τῆς φυγῆς αὐτοῦ
φανερᾶς γενομένης ἡμέρας ἑπτὰ συμμεῖναι, περιορῶντες
ἐπιπρεσβευόμενον αὐτοῖς Καίσαρα. τέλος
δέ, τοῦ στρατηγοῦ Κανιδίου νύκτωρ ἀποδράντος
καὶ καταλιπόντος τὸ στρατόπεδον, γενόμενοι πάντων
ἔρημοι καὶ προδοθέντες ὑπὸ τῶν ἀρχόντων,
τῷ κρατοῦντι προσεχώρησαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.