previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

68. ταῦτα μὲν οὖν τὰ κατὰ τὸν Ἀντώνιον. ἐν Ἀκτίῳ δὲ πολὺν στόλος ἀντισχὼν Καίσαρι χρόνον, καὶ μέγιστον βλαβεὶς ὑπὸ τοῦ κλύδωνος ὑψηλοῦ κατὰ πρῴραν ἱσταμένου, μόλις ὥρας δεκάτης ἀπεῖπε. καὶ νεκροὶ μὲν οὐ πλείους ἐγένοντο πεντακισχιλίων, ἑάλωσαν δὲ τριακόσιαι νῆες, ὡς αὐτὸς ἀνέγραψε Καῖσαρ. [2] ᾔσθοντο δὲ οὐ πολλοὶ πεφευγότος Ἀντωνίου, καὶ τοῖς πυθομένοις τὸ πρῶτον ἄπιστος ἦν λόγος, εἰ δέκα καὶ ἐννέα τάγματα πεζῶν ἀηττήτων καὶ δισχιλίους ἐπὶ μυρίοις ἱππεῖς ἀπολιπὼν οἴχεται, καθάπερ οὐ πολλάκις ἐπ᾽ ἀμφότερα τῇ τύχῃ κεχρημένος οὐδὲ μυρίων ἀγώνων καὶ πολέμων μεταβολαῖς ἐγγεγυμνασμένος. [3] οἱ δὲ στρατιῶται καὶ πόθον τινὰ καὶ προσδοκίαν εἶχον ὡς αὐτίκα ποθὲν ἐπιφανησομένου: καὶ τοσαύτην ἐπεδείξαντο πίστιν καὶ ἀρετὴν ὥστε καὶ τῆς φυγῆς αὐτοῦ φανερᾶς γενομένης ἡμέρας ἑπτὰ συμμεῖναι, περιορῶντες ἐπιπρεσβευόμενον αὐτοῖς Καίσαρα. τέλος δέ, τοῦ στρατηγοῦ Κανιδίου νύκτωρ ἀποδράντος καὶ καταλιπόντος τὸ στρατόπεδον, γενόμενοι πάντων ἔρημοι καὶ προδοθέντες ὑπὸ τῶν ἀρχόντων, τῷ κρατοῦντι προσεχώρησαν.

[4] ἐκ τούτου Καῖσαρ μὲν ἐπ᾽ Ἀθήνας ἔπλευσε, καὶ διαλλαγεὶς τοῖς Ἕλλησι τὸν περιόντα σῖτον ἐκ τοῦ πολέμου διένειμε ταῖς πόλεσι πραττούσαις ἀθλίως καὶ περικεκομμέναις χρημάτων, ἀνδραπόδων, ὑποζυγίων. γοῦν πρόπαππος ἡμῶν Νίκαρχος διηγεῖτο τοὺς πολίτας ἅπαντας ἀναγκάζεσθαι τοῖς ὤμοις καταφέρειν μέτρημα πυρῶν τεταγμένον ἐπὶ τὴν πρὸς Ἀντίκυραν θάλασσαν, ὑπὸ μαστίγων ἐπιταχυνομένους: [5] καὶ μίαν μὲν οὕτω φορὰν ἐνεγκεῖν, τὴν δὲ δευτέραν ἤδη μεμετρημένοις καὶ μέλλουσιν αἴρεσθαι νενικημένον Ἀντώνιον ἀγγελῆναι, καὶ τοῦτο διασῶσαι τὴν πόλιν: εὐθὺς γὰρ τῶν Ἀντωνίου διοικητῶν καὶ στρατιωτῶν φυγόντων διανείμασθαι τὸν σῖτον αὐτούς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: