Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
καὶ Δομίτιος μέν, ὥσπερ ἐπὶ τῷ μὴ λαθεῖν τὴν
ἀπιστίαν αὐτοῦ καὶ προδοσίαν μεταβαλλόμενος,
εὐθὺς ἐτελεύτησεν.
ἐγένοντο δὲ καὶ βασιλέων ἀποστασεις, Ἀμύντου
καὶ Δηϊοτάρου, πρὸς Καίσαρα. τὸ δὲ
ναυτικὸν ἐν παντὶ δυσπραγοῦν καὶ πρὸς ἅπασαν
ὑστερίζον βοήθειαν αὖθις ἠνάγκαζε τῷ πεζῷ
προσέχειν τὸν Ἀντώνιον. ἔσχε δὲ καὶ Κανίδιον
τὸν ἄρχοντα τοῦ πεζοῦ μεταβολὴ γνώμης παρὰ
τὰ δεινά: καὶ συνεβούλευε Κλεοπάτραν μὲν
ἀποπέμπειν, ἀναχωρήσαντα δὲ εἰς Θρᾴκην ἢ
Μακεδονίαν πεζομαχίᾳ κρῖναι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.