Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
καὶ Καῖσαρ μὲν οὕτω καταστρατηγηθεὶς
ἀπεχώρησεν. ἔδοξε δὲ καὶ τὸ ὕδωρ εὐμηχάνως
ἐρύμασί τισιν ἐμπεριλαβὼν ἀφελέσθαι τοὺς
πολεμίους, τῶν ἐν κύκλῳ χωρίων ὀλίγον καὶ
πονηρὸν ἐχόντων. εὐγνωμόνως δὲ καὶ Δομιτίῳ
προσηνέχθη παρὰ τὴν Κλεοπάτρας γνώμην.
ἐπεὶ γὰρ ἐκεῖνος ἤδη πυρέττων εἰς μικρὸν ἐμβὰς
ἀκάτιον πρὸς Καίσαρα μετέστη, βαρέως ἐνεγκὼν
ὁ Ἀντώνιος ὅμως πᾶσαν αὐτῷ τὴν ἀποσκευὴν
μετὰ τῶν φίλων καὶ τῶν θεραπόντων ἀπέπεμψε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.